Ancient Greek
945
Damascius, De Principiis 945
Unproofread scanNot analysed yet
καὶ πρὸς τὰ τοιάδε τῶν ἐπιχειρημάτων ἐκεῖνο ῥητέον ὅτι ἡμεῖς περὶ αὐτὸ μεριζόμεθα, πᾶν μὲν ὅσον καὶ οἷόν ἐστιν ἀφιέμενοι εἰδέναι, νοητὴν δὲ νόησιν οὔπω προβαλλόμενοι, οἵ γε οὐδὲ τὴν νοεράν, οὐδὲ τὴν ἐσχάτην, ἐπεὶ οὐδὲ τὴν λογικὴν καθαράν τε καὶ ἀραρυίαν, εἴπερ δὲ ἄρα, πόρρωθεν διόψεσθαί τι τῶν ἀληθῶν ἐλπίζουσαν καὶ ἐν ἐλπίσιν ἀτεχνῶς προλαμβάνουσαν τὸ τέλος τῆς ὅλης