Ancient Greek
948
Damascius, De Principiis 948
Unproofread scanNot analysed yet
ἀμφοῖν μία καὶ ἠνωμένη· οὐδὲ γὰρ ἄλλως ἔχουσα τῷ ἡνωμένῳ καὶ ὁπωσοῦν ἂν ἐφήρμοσεν. Οὕτω δὴ καὶ τὸ γνωστόν οὔτε τῇ ἑνιαίᾳ γνώσει γνωστόν ἐστιν, οὔτε τῇ τοῦ νοῦ τοῦ κατ’ οὐσίαν, ἀλλὰ τῇ ἠνωμένῃ, καθάπερ εἴρηται. Οὔκουν ἐστὶ τὸ γνωστόν τῆς κάτω οὐσίας, οὔτε τοῦ ταύτης ἡγουμένου ἑνός, ἀλλὰ τὸ πρὸ ἀμφοῖν γνωστόν καὶ τῷ ὄντι ἀπλῶς γνωστόν·