Ancient Greek
958
Damascius, De Principiis 958
Unproofread scanNot analysed yet
ὅτι καὶ αὐτὸ διακεκριμένον. Ἀλλὰ μήπω γε τοῦτό ἐστι τὸ πρῶτον διακεκριμένον, ἀλλὰ τὸ πρῶτον διακεκριμένον τρίτον ἐστὶν ἐσὶν ἀπὸ τοῦ ἠνωμένου, ἄτε τοῦ διακεκριμένου μέσου ὄντος. Πῶς οὖν ἂν εἴη πρῶτον διακεκριμένον τὸ πρῶτον ἠνωμένον; ἀπὸ γὰρ τούτου διεκρίθη τὸ πρῶτον διακριθέν. Μήποτε οὖν ἐπὶ τῶν ὁμοταγῶν ἀληθὲς ἀντιστρέφειν τὰ πρὸς τι· ἐπὶ γὰρ τούτων καὶ ἡ ἀνθυπόστασις ἀληθής·