Ancient Greek
969 to 972
Damascius, De Principiis 969-972
Unproofread scanNot analysed yet
ἐν δὲ τῇ ὕλῃ ὑλική, τούτῃ δυνάμει, καὶ ἐν τῷ ὑπερειδέῳ ὑπερεἴδεος, τοῦτο δὲ ἐστὶ κατ’ αἰτίαν, ἀλλὰ τῶν πρὸς τι, εἰ θάτερον δυνάμει, καὶ Φάτερον, καὶ κατὰ τι ἀνομοίως ἑκάτερον· καὶ γὰρ ἐνέργεια ὁμοῦ καὶ καθ’ ὕπαρξιν, συνυφέστηκεν γάρ· καὶ γὰρ οὕτως ἄμα τὸ αἴτιον καὶ τὸ αἰτιατὸν ἢ καὶ τὸ τῆς ὕλης ἐνέργεια· τὸ γὰρ δυνάμει πρὸς εἶδος αὐτῆς ἢν τῆς ὕλης τὸ ἐνέργεια, καὶ τὸ κατ’ αἰτίαν ἐκεῖ πρὸς εἶδος ὕπαρξιν ἢν τῆς αἰτίας συνῃρηκυίας ἐν ἑαυτῇ καὶ τὴν διάκρισιν. Ἄλλ’ εἰ συνήρηται ἡ διάκρισις, καὶ τὸ κατ’ αὐτὴν διακεκρίσθαι λεγόμενον· εἰ γὰρ διώρισται ὡς πρῶτον καὶ δεύτερον, ἤδη ἂν εἴη καὶ ἡ διάκρισις ἐν ἑαυτῷ κεχωρισμένη, ὥστε καὶ ἐν ἑαυτῷ διακέκριται ὁ γέ Φαμεν ἔτι ἡνωμένον εἶναι· ἢ γὰρ ἐν αὐτῷ διορισθεῖσα διάκρισις συνδιέκρινεν ἑαυτὴ καὶ τὰ ἄλλα. Τίς γὰρ ἡ ἀποκλήρωσις μόνην διορισθῆναι τῶν ἐν αὐτῷ γενῶν ἢ εἰδῶν τὴν διάκρισιν, ἄτοπον δὲ εἶναί τι καὶ ὁτιοῦν ἐν τῷ ἠνωμένῳ; Ὅλως δὲ κατὰ τοῦτο διωρίσθαι ὁμολογοῦμεν, ὅτι τὸ μὲν ἡνωμένον εἶναι τιθέμεθα, τὸ δὲ διακεκριμένον. Πῶς οὖν τόγε ἡνωμένον διακέκριται; ἀντιφάσει γὰρ ἔοικε τὸ λεγό- μενον· ἐτι δὲ μείζων ἢ ἀπορία, εἰ τὸ ἡνωμένον πρὸς τὸ ἐν παραβάλοιμεν ὡς προεληλυθὸς ἀπὸ τοῦ προάγοντος. Ἡ τοῦτο μὲν τῆς ἡνωμένης φύσεως ἐξαίρετον ἐσλι, τὸ μὴ ἀνασχέσθαι τῆς πρὸς τὸ ἐν διακρίσεως, οὐδὲ τῆς ἀπ’ ἐκείνου φυτῷ φυτῷ θνητῷ Ε. ἀγέννητον. . . γεννητὸν πάντων αὐτοῦ ἢ] ή] καὶ ὑλικὴ ὑλητικὴ καὶ γὰρ οὕτως τὸ