Ancient Greek
981
Damascius, De Principiis 981
Unproofread scanNot analysed yet
ποιεῖσθαι τὴν πρόοδον φαμεν, καὶ αὖ πάλιν ἐπιστρέφεσθαι πρὸς τὸ ἀφ’ οὗ γέγονεν ἡ πρόοδος, καὶ ὅλως ἐπειδή τρία ταῦτα λέγομεν εἶναι ἐφεξῆς ἀλλήλοις, μονὴν καὶ πρόοδον καὶ ἐπιστροφήν, φέρε καὶ περὶ τούτων αὐτὰ διαπορήσωμεν, καὶ πρῶτον γε εἰ ἀναγκαῖον τὸ προϊὸν μένον ἐν τῷ παραγόντι προϊέναι, καὶ ἔτι πρὸ τούτου, τί τὸ μένειν λέγομεν τῇ αἰτίᾳ· οὐ γὰρ