Ancient Greek
983 to 984
Damascius, De Principiis 983-984
Unproofread scanNot analysed yet
ἢ τρίτον ἐσλίν. Ἄρα οὖν τὸ μένειν ἐκεῖνο σημαίνει ὅτι οὐκ ἐξίσταται τῆς τοῦ παράγοντος ἰδιότητος, ἀλλ’ ἔχον ταύτην ἐν αὐτῇ, τὸ ἴδιον ἐγκεντρίζει, καθὸ πρόεισιν, οἷον ὁ ἄνθρωπος ἐν τῷ ζῴῳ, καὶ ἡ ζωὴ ἐν τῇ οὐσίᾳ; τοιάδε γὰρ ἡ ζωὴ οὐσία, καὶ ὁ νοῦς τοιάδε οὐσία ἄμα καὶ ζωή· προσφύεται γὰρ ἀεὶ τῷ κοινῷ τὸ ἴδιον, ἢ ἀπ’ αὐτοῦ προβάλλεται, μένει δὲ οὖν τὸ προελθὸν ἐν τῇ ἰδιότητι τοῦ γεννώντος. Ἄλλ’ εἰ τοῦτο, πρῶτον μὲν οὐ τὸ προελθὸν μένειν ἐν ἐκείνῳ λεκτέον, ἀλλ’ ἐκείνῳ τῷ προελθόντι συμπροελθεῖν· εἶτα μέντοι τοῦτο προεληλυθὸς, ὁ κοινὸν λέγομεν πρὸς τὸ γεννησάν ἢ καὶ αὐτὸ μένον προεληλύθην, καὶ τοῦτο ἐπ’ ἄπειρον ἥξει. Ἡ οὐκ ἀνάγκη τὸ προϊὸν μένον προεῖναι, ὥστε οὐδὲ