Ancient Greek
989
Damascius, De Principiis 989
Unproofread scanNot analysed yet
εἰς τὸ προαγόμενον· οὐ γὰρ ἐτι αἰτία ἔστιν, ἀλλ’ ἀπ’ αἰτίας. Οὐ τοίνυν οὐ δὴ ῥητέον μένειν τὸ προῖόν, ἀλλὰ τὸ αἴτιον τοῦ προιόντος. Ἴσως οὖν τοῦτό ἐστι τὸ λεγόμενον, ὅτι μένοντος ἐκείνου τοῦτο πρόεισιν· ἢ οὐκ ἐκείνου ἀπλῶς, ἀλλὰ τοῦ ἐν αὐτῷ αἰτίου μένοντος. Καὶ ἐπειδή ὁμοιοειδὲς τῇ αἰτίᾳ τὸ ἀπ’ αἰτίας, αὐτὸ πως λέγεται τὸ μένον εἶναι καὶ