Ancient Greek
1
Damascius, In Parmenidem 1
Unproofread scanNot analysed yet
ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ Ἐπὶ τούτοις περὶ μεθέξεως πραγματευτέον τῶν πρώτων ἀρχῶν καὶ τοῦ νοητοῦ παντός, ὅπερ τὸ ἡνωμένον εἶναί φαμεν· εἰ μετέχεται ταῦτα ὑπὸ τῶν δευτέρων ἀπάντων, ἢ οὐ μετέχεται; ἢ πῶς μέν, πῶς δ’ οὔ; ὅτι μέν γὰρ οὐσία ἐστὶ διτλή, ἡ μὲν μεθεκτὴ ἡ δὲ ἀμέθεκτος, καὶ ζωὴ ὁμοίως, καὶ νοῦς τὸν αὐτὸν τρόπον, εἴρηται πρότερον