Ancient Greek
1007
Damascius, In Parmenidem 1007
Unproofread scanNot analysed yet
τοῦ μὴ ἀραρὸς ἐν τῷ δευτέρῳ εἶναι τῷ ἐν ἑαυτῷ, μηδὲ καθ’ ὕπαρξιν ὡς ἐν τῷ πρώτῳ. Βουληθεὶς οὖν ὁ δεύτερος ἐν ἑαυτῷ εἶναι, καὶ οὐκ ἔχων ἐν τούτῳ τὸ εἶναι, προὐβάλετο ὥσπερ τινὰ φρουρὰν τοῦ ἐν ἑαυτῷ, τὴν σίασιν, ἵνα τῷ ἵστασθαι ἐν ἑαυτῷ μιμῆται τὸν ὄντα ἐν ἑαυτῷ. Καὶ ὅπερ ἐκεῖνος ἔχει κατ’ οὐσίαν, τοῦτο οὗτος ἔχει δι’