Ancient Greek
1025
Damascius, In Parmenidem 1025
Unproofread scanNot analysed yet
διαιρέσει τῶν ἐκείνῳ ἡνωμένων ὑποσλάσα ἑτέραν ἀφ' ἑαυτῆς κουρητικὴν διεσλήσατο τάξιν, ὥσπερ ὁ Ζεὺς· ἡ δὲ τοῖς γεννηθεῖσι κέχρηται συνοῦσιν· οὐ γὰρ ὅπου εἰσὶν οἱ Θεοί, ἐκεῖ λέγονται γεννᾶσθαι, ἀλλ' ὅπου πρῶτον ἐφάνησαν. Διὸ κατ' αἰτίαν μὲν ἐν Κρόνῳ οἱ Κουρῆτες, καθ' ὕπαρξιν δὲ μετὰ τῆς Ῥέας, κατὰ μέθεξιν δὲ σὺν Διί. Διὸ καὶ οἱ τρεῖς ἐν ἑαυτῇ κατὰ τὴν