Ancient Greek
1029
Damascius, In Parmenidem 1029
Unproofread scanNot analysed yet
καὶ τοῦτο δοκεῖ. Προβάλλεται μὲν γὰρ ὅτι ἕστηκεν καὶ κινεῖται ἀπόδειξις, ἀποδείκνυσιν δὲ τὸ ἐν ἑαυτῷ ἐστάναι, καὶ ἐν ἑτέρῳ κινεῖσθαι. Δεύτερον δέ, διὰ τί ἀπὸ μὲν τοῦ ἐν ἑτέρῳ δείκνυσιν τὸ κινεῖσθαι, ἔστι γὰρ καὶ ἐστάναι ἐν ἑτέρῳ, ἀπὸ δὲ τοῦ ἐν ἑαυτῷ τὸ ἐστάναι· ἔστι γὰρ ἐν ἑαυτῷ καὶ κινεῖσθαι. Τρίτον δέ, εἰ οἷόν τε τὸ ἐν ἑτέρῳ