Ancient Greek
1037 to 1038
Damascius, In Parmenidem 1037-1038
Unproofread scanNot analysed yet
ἐκείνῳ; πλῆσον γὰρ ἐν τοῖς πρὸ αὐτῶν ἐσλάναι ἀναγκαῖον τὰ προιόντα ἢ ἐν ἑαυτοῖς· ἢ κατὰ τὴν ἰδιότητα, φαίν ἄν, πληρουμένη τῆς εἰς πάντα προϊούσης ἑτερότητος ἐκείνης, ἡ μεγάλη Θεὸς οὕτω κινεῖται. Οὐκοῦν, ὥσπερ ἐκείνη ἐπὶ τὰ δεύτερα, φησίν, ἑαυτὴν διὰ τῶν πολλαπλασιώσεων, οὕτω καὶ αὐτὴ κινεῖται πρὸς τὰ μεθ’ ἑαυτήν. Καλῶς ἄρα λέγωμεν τὴν κίνησιν ἐπὶ τὰ κάτω νεύειν, ὅτι καὶ ἡ ἑτερότης ἐκείνη γεννητικὴ ἦν εἰς τὸ ἐκτός, ὁ μιμεῖσθαι τὸν ἀριθμὸν ἐλέγομεν. Ἄμεινον ἄρα τὸ διὰ κινήσεως ἄλλοτε ἐν ἄλλῳ γιγνόμενον ἐν τοῖς κάτω ἄλλως νοεῖν ἀνασλεφόμενον, ἐπειδή καὶ ἡ κίνησις εἰς τὰ κάτω δέδεικται οὕσα, καὶ κατὰ τὴν αὐτοῦ ἐξήγησιν. Πρὸς τοίνυν τὸ τέταρτον τὸ ἀεὶ φαμεν παράτασιν ἔχειν· ἐν παρατάσει δὲ τὸ