Ancient Greek
1045
Damascius, In Parmenidem 1045
Unproofread scanNot analysed yet
καὶ αὖθις τὰ ἄλλα καὶ ἕτερα καλεῖ· ἀλλ’ οὐκ ἔστι ταὐτὸν ἑτερότητα φάναι καὶ τὰ ἄλλα τοῦ ἑνός, καὶ τὰ αὐτὰ γὰρ ὄντα ὅμως οὐδὲν ἧτλον ἄλλα τοῦ ἑνός. Ἐδήλωσεν δὲ τοῦτο μάλιστα ἐπὶ τῆς τρίτης τῶν νοερῶν τάξεως, παραλαβὼν αὐτὴν τοῖς ἄλλοις καὶ κατὰ ταὐτὸν καὶ κατὰ ἕτερον, ὡς οὐκ ὂν ταυτόν, ἀλλὰ φάναι τοῦ ἑνὸς καὶ ἕτερα. Ἁπλῶς