Ancient Greek
1058 to 1060
Damascius, In Parmenidem 1058-1060
Unproofread scanNot analysed yet
τοῦ ὄντος. Δέκατον ἐπὶ πᾶσιν, πῶς οἱ Θεολόγοι τὸ ταὐτὸν καὶ τὸ ἕτερον τῷ δημιουργῷ προσάπλουσιν. Λέγομεν οὖν ἤδη συντομώτερον πρὸς μέν τὸ πρῶτον ἐν μέν ὅτι τὸ μέν ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ τὸ ἀφ’ οὗ ἐστω, ἀπὸ δὲ τούτου πρόοδός τε καὶ ἐν προόδῳ τὸ κινούμενον καὶ ἐστώς, εἰς ὃ δὲ ταὐτὸν καὶ ἕτερον προελθὸν γὰρ ταὐτὸν ἐφάνη καὶ ἕτερον. Ἔτι δὲ ἕτερον τὸ μέν ἐν ἑαυτῷ ὄν καὶ ἐν ἄλλῳ κατὰ τὸ εἶναι μᾶλλον ὁρᾶται, τὸ δὲ κινούμενον καὶ ἐστώς κατὰ δύναμιν τινα καὶ πρὸς τὸ Β πρὸς τὸ λέγωμεν εἰς ὃ ἐνέργειαν, τὸ δὲ ταὐτὸν καὶ ἕτερον ἤδη κατὰ σχέσιν ἔτι πορρωτέρω τῆς ἐνεργείας. Τρίτον δὲ ἐπὶ τούτοις τὸ μὲν πρῶτον ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ, ὡς ἀμέριστον σιον καὶ πρὸς ἑαυτὸ ἡνωμένον, καὶ πρὸς ἄλλο ὁμοῦ συντεταγμένον μονοειδῶς, τὸ δὲ κινούμενον καὶ ἐσῖδς αὐτὸ ἐν ἑαυτῷ πληθυόμενον καὶ ἀφ’ ἑαυτοῦ ἐγειρόμενον εἰς ἄλλο, καὶ ἰσλάμενον ἐν ἑαυτῷ ἅμα τῇ κινήσει, τὸ δὲ ταὐτὸν καὶ ἕτερον οὐκ ἐν ἄλλῳ οὐδὲ εἰς ἄλλο (αὐτὸ δὲ ἤδη τὸ ἄλλο καὶ ταὐτὸν τοῖς ἄλλοις), ἀλλὰ μένον