Ancient Greek
106
Damascius, In Parmenidem 106
Unproofread scanNot analysed yet
ἄρα ὁ αἰὼν πατὴρ τῆς τριάδος. Ἔτι δὲ ὁ αἰὼν ἀπὸ τοῦ ἀεὶ εἶναι, καὶ αὐτὸς ἄρα οὐσία. Ἔτι δὲ ἡ ζωὴ ὁλότης, ὡς ἔδειξεν. Πῶς οὖν μέρος μόνον, ὡς τὸ ὂν τοῦ ἑνὸς ὄντος; χωρὶς δὲ τούτων οἷόν τε ἦν ἀπαντᾶν πρὸς τὴν ἀπορίαν λέγοντας ὅτι πᾶν τὸ ἀίδιον ἀείζῶν, ἀλλ’ οὐ τὴν συνεγνωσμένην ζωήν, ἀλλὰ τὴν οὐσιώδη.