Ancient Greek
1063 to 1064
Damascius, In Parmenidem 1063-1064
Unproofread scanNot analysed yet
προσήκει τὰ σύμβολα, ὡς εἰδοποιῷ καὶ μᾶλλον διηρημένῳ, καὶ ἐναργῆ τὴν σχέσιν ἔχοντι πρὸς τὰ ἐκτὸς ὁμοῦ καὶ πρὸς ἑαυτόν, ἔτι δὲ ὡς νοερῷ, καὶ κατὰ μόνην οὐσιωμένῳ τὴν εἴδησιν. Καὶ γὰρ τὸ εἶδος τὸ μάλιστα ἐσλιν εἰδητὸν τε καὶ οἷον ὁρατὸν διὰ τὴν πλείω διάκρισιν, οὐ καὶ ἕνωσις ἑτεροειδής, οἷα ἢ ταυτότης ἀνθυποχωροῦσα τῇ ἐτερότητι, καὶ ἐνδιδοῦσα τῇ διακρίσει. Οὐκοῦν τὸ τρίτον ὁ μὲν πρῶτος νοῦς ἀμέριστος εἶναι βούλεται μᾶλλον καὶ ἡνωμένος πρὸς ἑαυτόν, ὁ δὲ δεύτερος μεριζόμενός τε καὶ ἐπιστραφόμενος, ὁ δὲ τρίτος μεμερισμένος τε καὶ ἐπεστραμμένος. Καὶ ὁ μὲν πρῶτος ἐπιστραφὴς μᾶλλον, ὡς ἐνώσει ἐοικέναι τὴν ἐπιστροφὴν, ὁ δὲ δεύτερος μερίζεται ἅμα καὶ ἐπιστρέφεται, ὁ δὲ τρίτος ἐν τῷ μεμερίσθαι μᾶλλον ἔχει τὸ εἶναι.