Ancient Greek
1066
Damascius, In Parmenidem 1066
Unproofread scanNot analysed yet
καθόσον δὲ αὐτὸς ὅλος ἐστὶν ὁ πρὸς ἑαυτὸν διασλᾶς, ὁ αὐτὸς ἑαυτῷ τυγχάνει ὢν· καὶ καθόσον μὲν ἔξω τέταται, ἕτερος ἑαυτοῦ εἴσω ὁρῶντος οὐδὲν ἤτλον, καθόσον δὲ τῷ εἴσω ὁρῶν, καὶ τὰ ἔξω δημιουργεῖ, ὁ αὐτὸς ἑαυτῷ. Ἔτι δὲ ἐκ τρίτων, ἐπειδή ὅλος δι’ ὅλου μεμερισμένος ἐστὶ καὶ ἐπεσγραμμένος, εἰς ταὐτὸν ἑαυτῷ καθίσταται, ὡς ἕτερος ἑαυτοῦ γίνεται. Καὶ μὴν τὸ