Ancient Greek
1069 to 1070
Damascius, In Parmenidem 1069-1070
Unproofread scanNot analysed yet
τοῖς ἄλλοις κατὰ τοσοῦτον, ἀλλὰ καὶ ἕτερος οὐδὲν ἤτλον, καθόσον ἀντιδιαιρεῖται πρὸς αὐτὰ συμμέτρως καὶ σὺν ταυτότητι, καὶ ὅτι χωριστὸς ὢν ἀπ’ αὐτῶν, οὕτω φοιτᾷ διὰ πάντων, καὶ ἐπειδή σχέσιν ἔχων πρὸς τὰ ἄλλα, ὅμως ἄσχετός ἐστὶ κατὰ τὴν σχέσιν. Ἔτι δὲ κοινώτερον ὁ αὐτὸς καὶ ἕτερος πρὸς τὰ ἄλλα, ὡς ταυτοποιὸς ἄμα καὶ ἑτεροποιὸς ὢν τῶν ἄλλων, καὶ ὅσον μὲν πρὸς ἑαυτὸν ἑτεροιοῦται πρὸς τὰ ἄλλα, ταυτοῦμενος, ὅσον δὲ πρὸς ἑαυτὸν ταυτοῦται, τῶν ἄλλων ἑτεροιοῦμενος, καὶ ἕτι ὡς ἐφίστησι καὶ αὐτὸς τῇ μὲν ταυτότητι τὴν ὁλικὴν δημιουργίαν, τῇ δὲ ἑτερότητι τὴν μεριστὴν ἄρα συνειληφὼς ὁ πρῶτος δημιουργός. Πέμπτον· ἀλλὰ δὴ τὰ ἄλλα, τίνα φατέον ὡς ἀληθῶς; Εἰ μὲν γὰρ τὰ ἄλλα τοῦ ἑνὸς καὶ ἕτερα παρὰ τὸ