Ancient Greek
1075
Damascius, In Parmenidem 1075
Unproofread scanNot analysed yet
Εἰ δὲ τοῦτο ἦν, ἔδει καὶ ἐξ ἀρχῆς ἀναφανῆναι τὰ ἄλλα ὡς δεύτερα πρὸς τὸ πρῶτον. Βέλτιον ἄρα τῷ διορισμῷ αὐτοῦ ἐμμένειν, κατὰ τὴν πυθαγορικὴν συνήθειαν καὶ τὴν αὐτοῦ τοῦ Πλάτωνος, ἀλλὰ νοοῦντας τὰ ἔνυλα πράγματα καὶ αὐτὴν τὴν ὕλην. Ἐν τε γὰρ τῷ Φαίδωνι οὕτως ὀνομάζει τὰ ἄλλα τὰ εἶδη, τὰ αἰσθητὰ λέγων «ἄλλα καὶ ἕν ἄλλοις». Ἀριστοτέλης δὲ