Ancient Greek
1101 to 1102
Damascius, In Parmenidem 1101-1102
Unproofread scanNot analysed yet
ἑτερότης ἀπάντων τῶν γενῶν τε καὶ εἰδῶν. Καὶ οὐ μάτην ἄρα πρῶτον τοῦτον εἰδοποιὸν καὶ πρῶτον δημιουργὸν οἱ Θεολόγοι παραδεδώκασιν, ἐπεὶ καὶ οἱ Θεοὶ τὰς ἰδέας ἐν αὐτῷ πρώτῳ ἀπέθεντο διὰ τοιαύτας αἰτίας. Μήποτε δὲ καὶ τῶν μερικῶν πηγῶν διὰ τοῦτο αὐτὸς ἡγεμών, ὅτι, ὡσπερ ἕκαστον εἶδος εἶναι καθ’ ἑαυτὸ ἠβουλήθη, οὕτω καὶ ὁ Θεὸς ἕκαστος αὐτοπερίγραφος εἶναι βουληθεὶς διόσησι καθ’ ἑαυτὸν ἀπὸ τῶν ἄλλων· καὶ ὁ πρῶτος διαστὰς πηγαῖός ἐστι κατὰ τὴν διάστασιν, ὃ ἐστι πηγὴ μερικὴ. Διὸ καὶ πᾶς ἢ καθ’ ἑαυτὸν πρῶτος γιγνόμενος πηγαῖός ἐστιν· ὅθεν καὶ παντὸς Θεοῦ, φησί, πηγή ἐστὶ μερικὴ καὶ ἀπὸ αηγῆς. Εἴτε δὲ ἐν τῷ δημιουργῷ τῷ πρώτῳ πᾶσαι αἱ μερικαὶ αηγαι, εἴτε ἐν τοῖς ἄλλοις τοῖς τὴν ἑβδομάδα συμπληροῦσιν