Ancient Greek
1112
Damascius, In Parmenidem 1112
Unproofread scanNot analysed yet
οὐσία καὶ συμβεβηκός. Ἐτι δὲ τὰ μέρη πρὸς ἄλληλα πῶς ἔχει ἢ μέρη· οὐ γὰρ ὡς μέρος πρὸς ὅλον οὐδὲ ταυτόν ἢ ἕτερον, ὅτι οὔπω εἴδη ὡς μέρη. Ἔτι δὲ κατὰ ἄλλον τρόπον γραμμὴ πρὸς λευκότητα οὔτε ὅλον, οὔτε μέρος, οὔτε ταυτόν· οὐδαμῶς δὲ οὔσα ταυτόν, ἄτε οὐδὲ κατὰ γένος, οὐδ’ ἂν ἕτερον λέγοιτο· ἄμα γὰρ ταυτότητι ἐτερότης. Καὶ