Ancient Greek
1138 to 1139
Damascius, In Parmenidem 1138-1139
Unproofread scanNot analysed yet
ὅλον καὶ μέρος, ἀλλὰ τὸ συμπληροῦν καὶ συμπληρούμενον, καὶ ταύτῃ περιέχον καὶ περιεχόμενον. Εἰ γὰρ οὕτως ἔχει πρὸς ἄλληλα, ἢ πάντη κεχώρισται, ἢ πάντη ἥνωται, ὅπως ἂν ἔχῃ τοῦ κρείττονος πέρι καὶ χειρόνος. Αὐτίκα ἢ τις γραμμὴ πρὸς τὸν ἁπλῶς ἄνθρωπον οὔτε ἡ αὐτή, οὔτε συμπληροῖ τὸν ἁπλῶς ἄνθρωπον· ἕτερα ἄρα μόνον. Ἔχει δὲ πη καὶ ταυτόν, ὅτι ὃν ἕκαστον· οὐκ ἄρα ἐν ὁμοταγέσιν μόνον ἡ ἑτερότης, ἀλλὰ μόνοις ἐν κεχωρισμένοις· καὶ ἢ τις γραμμὴ ἐν τῇ τινὶ ἐπιφανείᾳ, καὶ ἢ ὁμοταγώς, ἀλλὰ μέρος τῆς πεπερασμένης ἐπιφανείας· συμπληροῦται γὰρ τὸ πεπερασμένον ὑπὸ τοῦ πέρατος. Διὸ καὶ μέρος τὸ σημείον, ὡς πέρας τῆς πεπερασμένης γραμμῆς, οὐ μὴν ὡς σημεῖον γραμμῆς, οὐδὲ ὡς περατωτοῦ περατωτικόν, ἀλλ’ οὕτω γε ἕτερα, οὔτε