Ancient Greek
114
Damascius, In Parmenidem 114
Unproofread scanNot analysed yet
ἐνταῦθα μάλιστα ἡ ὁλότης. Νῦν δὲ μάλιστα μὲν ἡ ὁλότης ἐν τῷ νοητῷ καὶ νοερῷ διακόσμῳ. Καὶ τοίνυν οὐδὲ ὁ αἰὼν καὶ ὁλότης, ταὐτόν. Πρῶτον μὲν γὰρ οὐδὲ ὁ χρόνος ἢ τοῦ γεννητοῦ ἐστὶν ὁλότης, ἀλλὰ ταύτης μέτρον ἢ ἀριθμὸς ὡς γινομένης· ὥστε οὐδὲ ὁ αἰὼν ὁλότης, ἀλλὰ μέτρον τοῦ ὅλου συνεκτικόν. Ἔπειτα καὶ ἡ ὁλότης ὁ χρόνος. Αλλὰ τίς