Ancient Greek
1148 to 1150
Damascius, In Parmenidem 1148-1150
Unproofread scanNot analysed yet
νεώ- τερον. . .] Η πάντα ταῦτα συνείληφεν ἡ ταυτότης καὶ ἡ ἑτερότης. Πάντα γὰρ μετέχει τῶν πρὸ αὐτῶν, ὥστε καὶ ἕκαστον τούτων πρὸς τὸ ἐναντίον ταὐτὸν καὶ ἕτερον. Ἔτι καὶ ταὐτοῦ πεπόνθησις ἡ ὁμοιότης, καὶ ἑτέρου ἡ ἀνομοιότης· κατὰ πεπόνθησιν ἄρα, ταὐτὸν καὶ ἕτερον. Οὕτω δὲ καὶ τῶν ἄλλων ἕκαστον ἔχει πρὸς τὸ ἀντικείμενον· ἀλλὰ τὸ ὅμοιον, ἢ ὅμοιον, οὔτε ταὐτόν, οὔτε ἕτερον, ὡς ἐδείκνυμεν, ἢ ἕτερον τοῦ ἀνομοίου· ὅτι πᾶσα ἀντίθεσις εἰδῶν ἑτερότητι διώρισται· τὸ δὲ ὅμοιον ὁμοίῳ ταὐτόν, ὡς ταὐτῷ εἴδει τῷ τῆς ὁμοιότητος κατεχόμενα· καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. Εἰ γὰρ τὸ αὐτὸ εἶδος ἐν πλείοσιν ὅ τι ποτὲ ἂν ἢ, ἢ ἕτερον. Ἐπὶ μόνης ἄρα τῆς δημιουργικῆς τάξεως καὶ πρώτης ἀληθὴς ὁ παρειλημμένος κανών. Τοῦτο δὲ ἦν τὸ πέμπτον τῶν προβεβλημένων, ὡς εἰκότως τῷ δημιουργῷ τὸν κανόνα τοῦτον ἀνιέρωσεν ὁ Παρμενίδης· καὶ δι’ αὐτοῦ τὴν ἰδιότητα τοῦ τρίτου νοῦ ἐμφανίζων, ὡς τὰ ἐν αὐτῷ καὶ ἀπ’ αὐτοῦ, ἢ τὰ αὐτὰ ἢ ἕτερα, ἢ μέρη, ἢ ὅλα πρὸς ἄλληλα συγκρινόμενα. Εἰ γὰρ ἡ ταυτότης καὶ ἡ ἑτερότης αὐτῷ ἀνάκειται, καθήκει δὲ εἰς