Ancient Greek
1191 to 1192
Damascius, In Parmenidem 1191-1192
Unproofread scanNot analysed yet
(κατὰ γὰρ ταύτην ἐπιστρέφει καὶ τὰ δημιουργήματα πρὸς ἑαυτόν, ἢ καὶ ἐν ἄλλῳ ἐστὶν ὡς τῷ ἄλλῳ ἐν ἑαυτῷ ποιῶν), οὕτω καὶ αὐτὸν ἢ τὸν δημιουργὸν ὑφίστησι μὲν ὁ πρῶτος νοῦς. Κατὰ δὲ τὴν πρὸς τοῦτον οἰκειότητα ἡ ἀκρότης τῶν νοητῶν καὶ νοερῶν τελειοῖ τὸν τρίτον ἐξηρημένως, καὶ ἐπιστρέφει πρὸς ἑαυτὴν ὑπὲρ ἑτερότητα τὴν εἰδητικήν, καὶ ὅλον καὶ μέρη τῇ οἰκείᾳ ταυτότητι συναπλόμενον τῇ συναγωγῇ πάντων ἀρχῇ. Καὶ γὰρ ἔδει ταῦτόν μὲν ἀπὸ τῆς συναγωγοῦ προελθεῖν αἰτίας, ἕτερον δὲ γενέσθαι ἀπὸ τῆς τιτανικῆς. Μήποτε δὲ εἰ καὶ κατὰ ἀναίρεσιν, ὡς ἀπὸ αἰτιατοῦ τῶν αἰτίων ἀναιρουμένων ὅμως ἀπὸ τῆς συνοχικῆς τάξεως, τὸ ταῦτόν ὁ δημιουργὸς ἐκληρώσατο. Ἡ μὲν οὖν οὔτε ὅλον οὔτε μέρος ἀπὸ τοῦ ὅλου προῆλθεν καὶ τῶν