Ancient Greek
120 to 122
Damascius, In Parmenidem 120-122
Unproofread scanNot analysed yet
καὶ ὁλότης. ἢ τοῦ γεννητοῦ ὁ χρόνος ὧν. πρὸς τοίνυν τοῖς εἰρημ.] ἀναφαινόμενον Β. ζητ. ζήτημα). καθ' ὑπαρξιν, τὸ δὲ αἰώνιον κατὰ μέθεξιν. Οὐ γὰρ ταὐτὸν αἰῶν καὶ αἰώνιον· πᾶν δέ, ὃ ἐστίν. Ὁ δὲ τρίτος τὸ καθ' αὐτὸ συγχεῖ, καὶ κατὰ συμβεβηκός. Τὸ γὰρ σκεδαννύμενον τῷ ὄντι ἀπόλλυσι τὸ ὅλον. Ἓκαστον δὲ ἐν τῷ ὅλον εἶναι ὑφέστηκεν· κἂν ἀεὶ ὅλον, ἀεὶ ὑφεστώς, ἀεὶ δὲ ὅλον, ὅτι τὸ ὅλον μετέχει τοῦ αἰῶνος· μέρος δὲ ἢ μέρος οὐχ ὑφέστηκεν, ἄνευ τοῦ ὅλου διαφθείρεται. Οὐκοῦν ὁ σκεδασμὸς ἐστι ἐσλι τῆς ὁλότητος· ἀπούσης δὲ ταύτης, οὐδὲ ἡ τοῦ αἰῶνος παρέσται μέθεξις. ὅμοιον γὰρ ὡς εἰ λέγοι τις ταὐτὸν εἶναι ὅλον καὶ ζῷον. Ὁ γέ τοι τέταρτος τῶν λόγων ἐτι μᾶλλον εἶναι δόξει σοφισματώδης· οὐ γὰρ ἐστίν οὐδὲ ὁ χρόνος ὁλότης, ἀλλὰ μετέχει ὁλότητος· καὶ ταύτης γιγνομένης, ἀλλ' οὐκ οὔσης, ὅτι οὐδὲ τὰ μέρη ἐστί, ἀλλὰ καὶ ταῦτα γίνεται. Εἰ δὲ καὶ ἐστίν, ἀλλ' οὐχ ἀπλῶς ἡ ἐνθάδε ὁλότης, ἀλλὰ ἡ μετροῦσα τὴν μόνην μετρούμενην. Τοσαῦτα πρὸς αὐτὸν διαπορητέον περὶ τούτων. Πάλιν δὲ ἐξ ἀρχῆς αὐτοὶ καθ' ἡμᾶς αὐτοὺς διασκεψώμεθα περὶ