Ancient Greek
1216 to 1217
Damascius, In Parmenidem 1216-1217
Unproofread scanNot analysed yet
οὐδένα.» Καὶ ἔτι σαφέστερον συνεπεράνατο· «οὔτε ἄρα ἐν τοῖς μὴ ἐν, οὔτε ἐν τῷ ἐνὶ ἐνείη ἂν τὸ ἕτερον.» Καίτοι εἰ πρόσθεσιν ἕωρα τῆς ταυτότητος, οὐκ ἂν ἀπόφασιν μόνην συνήγαγεν τῆς ἑτερότητος. Καὶ δὴ ἔτι τρίτον συμπεραίνεται ἐπὶ πᾶσιν· «εἰ δὲ μήτε ἑαυτοῖς ἕτερα ἔστιν, μήτε τῷ ἑτέρῳ, οὐ πάντη ἂν ἤδη ἐκφεύγοι τὸ μὴ ἕτερα εἶναι ἀλλήλων.» Ἔφ’ οἷς ἀποδείκνυσιν ὅτι οὔτε ὅλον οὔτε μέρος· οἷς ἐπάγει τὴν ἕσιν τοῦ λειπομένου τούτου· «ἀλλὰ μὴν ἔφαμεν τὰ μήτε μόρια, μήτε ὅλα, μήτε ἕτερα ἀλλήλων τὰ αὐτὰ ἔσεσθαι ἀλλήλοις. ἔφαμεν γάρ.» Εἰ δὲ τις ἐπιζητοῖ διὰ τί δὲ οὐ διὰ τῆς ἑτερότητος τὴν ταυτότητα συνεισαγούσης ἀπέδειξεν ἑτοιμότερον τὸ ταυτόν, μνησθῶμεν καὶ τῶν ἤδη περὶ τούτου προειρημένων, ὅτε ἐλέγομεν δι’