Ancient Greek
1239 to 1240
Damascius, In Parmenidem 1239-1240
Unproofread scanNot analysed yet
ἕτερον, διὰ τί ἀντὶ τοῦ «ἐν ἑτέρῳ», τὸ «ἑτέρωθι» εἶπεν, καὶ ἀντὶ τοῦ «ἐν ἑαυτῷ» τὸ «ἐν τῷ αὐτῷ ἑαυτῷ»; ἢ τοῦτο μὲν ὅτι ἐδέδεικτο ταὐτὸν ἑαυτῷ ὂν τὸ ἓν, καὶ οὐκ ἦν ἐν ἑαυτῷ μόνον, ἀλλ' ἐν ταὐτῷ ἑαυτῷ, ἐκεῖνο δέ, ὅτι ἀνῆρτο τὸ ἕτερον ἑαυτοῦ. Ἵνα οὖν μὴ ὡς ἐν ἑτέρῳ ἑαυτῷ δόξῃ εἶναι καὶ λάβῃ τὸ ζητούμενον ὡς ὁμολογούμενον, παρήλλαξέ πως εἰς τὸ «ἑτέρωθι» τὸ ἕτερον. Ἐδήλου δὲ ἡμῖν τῷ ἐν ἄλλῳ, ἐν τοῖς ἄλλοις· ὥστε καὶ διὰ τοῦτο οὐκ εἶπεν ἐν ἑτέρῳ· οὐ γὰρ ἔτι ὡς ἐν ἄλλῳ, ἀλλ' ἤδη ἐν ἄλλοις· ἐκάτερον δὲ τὸ «ἑτέρωθι» παρίστησιν, ᾧ καὶ δῆλον ὅτι ἕτερος ἑαυτοῦ, ὡς προβεβλημένος τὴν τῶν ἄλλων φύσιν, καθάπερ εἴρηται. Διὰ τί «τὰ