Ancient Greek
1251 to 1252
Damascius, In Parmenidem 1251-1252
Unproofread scanNot analysed yet
ὡς αἰτίαι παραλαμβάνονται τῶν ἀποδείξεων. Οὐ τοίνυν ὁριζόμενοι λέγομεν οὔτε κίνησιν πεπόνθησιν τοῦ ἐν ἑτέρῳ, οὔτε σίλασιν τοῦ ἐν ἑαυτῷ, ἀλλ’ οὐδὲ ταὐτὸν οὐδὲ ἕτερον πεπονθήσεις, οὐδὲ ἑτέρου τὸ ἀνόμοιον. Πῶς οὖν τὸ ἐν ἄλλοις ἐπείσακτον εἶδος ταὐτὸν ποιεῖ ταῦτα ὅμοια, ὡς πάλαι ἐλέγομεν. Ἔδει γὰρ τὸ ἐπείσακτον πανταχοῦ πρότερον ἐν δευτέροις τὸ δεύτερον ποιεῖν, ἢ εἶδος, οἷον τὸ κατὰ πεπόνθησιν ἐν ἑαυτῷ εἶναι τὴν σίλασιν καὶ τὸ ἐν ἑτέρῳ τὴν κίνησιν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Ἔνατον, ὡς ἥτλον οὖσα διακεκριμένη τῆς ἑτερότητος ἢ ἀνομοιότης, ὅμως δευτέρα ἐκείνη ἐστί, καίτοι ἢ ὁμοιότης δευτέρα, ὡς ἥτλον ἡνωμένη τῆς ταυτότητος. Δέκατον, εἰ μέμνηται Πλάτων ἐν ἄλλοις Θεῶν ἀρχικῶν. Ὑπεραρχίων γὰρ ἢ ἀρχαγγελικῶν οὐδεὶς ἂν γένοιτο λόγος πιθανὸς εἰς μνήμην