Ancient Greek
1262
Damascius, In Parmenidem 1262
Unproofread scanNot analysed yet
μὲν αὐτὰ ἕκασία παράγει κατὰ τὴν ὑποβαίνουσαν ἰδιότητα, οἷον ἄνθρωπον πρῶτον καὶ μέσον καὶ τελευταῖον, οἱ δὲ ἀφομοιωτικοὶ θεοὶ ὡς εἰς εἰκόνας παράγουσιν τὰ εἴδη, ἀλλ᾽ οὐ κατὰ μίαν ἰδιότητα, ἀλλ᾽ ᾗ οὕτως ἔοικεν ἐκείνῳ. Διόπερ ἐκεῖνος μὲν ὁ αὐτὸς τοῖς ἄλλοις ἰδιότητι, οὗτοι δὲ ὅμοιοι τῇ ἀπεικασία. Τρίτον τοίνυν ὁ μὲν τὴν οὐσίαν αὐτὴν τοῖς τῆδε παρέχεται, καθ' ἣν