Ancient Greek
1265
Damascius, In Parmenidem 1265
Unproofread scanNot analysed yet
ἡνω- μένῳ κόσμῳ, οἷον μίαν ὁμοῦ ὅλην εἰκόνα ποιῶν συμπεπληρωμένην τοῖς οἰκείοις πληρώμασιν κατὰ πᾶσαν δημιουργικὴν τελειότητα καὶ οὐσίαν· ἀλλ᾽ εἰς ἄκρον ἀνήκουσα αὕτη ἡ ὁμοιότης ταυτότης ἦν ἀπαράλλακτος. Ἡμεῖς δὲ κατὰ τὴν ταυτοφανῆ ὁμοιότητα καὶ συνήθη καὶ γνώριμον, καὶ ἀφισταμένην ὅλῳ βήματι τῆς ταυτότητος τοὺς ἀφομοιωτικοὺς θεοὺς εἰδοποιοῦμεν. Ἀλλὰ δὴ ἔβδομον τὰ μὲν ἔργα τοῦ πατρὸς οὔπω φύσιν εἶχεν