Ancient Greek
1280 to 1281
Damascius, In Parmenidem 1280-1281
Unproofread scanNot analysed yet
ἐκεῖ ταυτότητι. Οὕτω μὲν ἐναλλάξ, οἷον δὲ κατ’ εὐθεῖαν τὴν μὲν ταυτότητα τῇ ταυτότητι ὁμοιοῦσι, τὴν δὲ ἑτερότητα τῇ ἑτερότητι ἀνομοιοῦσιν, καὶ ἐπὶ γένῃ τινὸς ἑνώσεως καὶ εἴδη, καὶ ἀνάπαλιν καὶ μᾶλλον κατὰ φύσιν. Ἐπὶ δὲ σαφέστερον εἰπεῖν, ὁ μὲν Ἄρης ἀνομοιοποιὸς μᾶλλον κατὰ τὴν ἐτερότητα, ὁ δὲ Απόλλων ὁμοιοποιὸς κατὰ τὴν ταυτότητα, οὕτοι μὲν ἀπὸ διαμέτρου ἐσλῶτες· πάλιν δὲ ἡ μὲν Ἀφροδίτη ὁμοιοποιὸς κατὰ τὴν ἐτερότητα· διὸ καὶ Ἄρει προσφιλὴς καὶ συναρμοστικὴ τῶν ἐναντίων· ἡ δὲ Δίκη ἀνομοιοποιὸς κατὰ τὴν ταυτότητα. Διότι, τὸ κατ’ ἀξίαν ἑκάστοις ἀφορίζουσα, τὰ ἀνόμοια διανέμει κατὰ τὸ ἴσον. Πολλοὺς δ’ ἂν τις εὕροι καὶ ἄλλους Θεοὺς ταύτῃ διηρημένους· εἰ δὲ ὁμοῦ συνέλοιμεν τὸ ὅμοιον, οἱ μὲν τὴν ταυτότητα μιμήσονται τὴν