Ancient Greek
1284
Damascius, In Parmenidem 1284
Unproofread scanNot analysed yet
ἀπὸ τῆς ταυτότητος ὡς ἀπὸ ἐτερότητος. Μονοειδῶς ἄρα ἀπὸ μὲν ταυτότητος ὁμοιότης, ἀπὸ δὲ ἑτερότητος ἀνομοιότης· ἢ ἀληθὲς μὲν τοῦτό γε· αἰτία δὲ ἡ φύσις ὁμοίου καὶ ἀνομοίου τῶν διτλῶν συμπερασμάτων· ἅμα γὰρ ἑτερότητι ὁμοιότης, καὶ ἅμα ταυτότητι ἡ ἀνομοιότης. Διὸ καὶ μέσαι δοκοῦσιν εἶναι ἐκείνων ὡς μῖγμα ἄμφοῖν· ὅθεν καὶ τῆς ἑτερότητος καὶ τῆς ταυτότητος ἔκγονον πρὸς τὸ Εⁿ.