Ancient Greek
1303 to 1304
Damascius, In Parmenidem 1303-1304
Unproofread scanNot analysed yet
τὰ ἄλλα μὴ ἔν, τὰ δὲ μὴ ἔν ἕτερα τοῦ ἑνός· ἕτερον δὲ αἴτιον ὅτι ὁ μὲν δημιουργὸς ἑαυτὸν ἐχώριζεν τῆς ὕλης κατὰ τὴν ἑαυτοῦ ἑνωσιν, οἱ δὲ ἀφομοιωτικοὶ Θεοὶ δι’ ἐκείνου χωρίζονται, καὶ ἕτεροι γίγνονται τῶν ἄλλων. Τρίτον διὰ τί παρεμβέβληκεν τὸ «μήτε μᾶλλον μήτε ἧτλον», ἀλλ’ «ὡς- αὐτως»; ἢ μάλιστα μὲν, ὡς εἴρηται, ἵνα ταὐτὸν εἶδος ἀποφάνῃ τῆς ἑτερότητος, ἔπειτα καὶ ἵνα τὸ ἀφομοιωτικὸν ἀναφύῃ ἴδιωμα, ὁ τὴν ἑτερότητα τῶν ἄλλων ἐξομοιοῖ πρὸς τὴν ἑαυτοῦ. Ἐπὶ δὲ τρίτον ὁ μὲν δημιουργὸς ἕτερον τῶν ἄλλων ἀπλῶς ἐλέγετο, τὸ δὲ ἀφομοιωτικὸν ἔν, ὡς ἤδη ἀσθενεστέρα χρώμενον ἑτερότητι, δεῖται τοῦ «μήτε μᾶλλον μήτε ἧτλον» διορισμοῦ, ὡς τάχα ἂν ἢ καὶ ἧτλον συμβάσα. Τέταρτον ἐνδείκνυται καὶ τὸ ἔν ὁμοιότητι γενεσιουργὸν