Ancient Greek
132
Damascius, In Parmenidem 132
Unproofread scanNot analysed yet
ὂν. Εἰ τοίνυν ἀναλογεῖ τῷ αἰῶνι ὁ χρόνος, τὸ ὂν ἐπιπλέον ἂν εἴη καὶ τοῦ αἰῶνος· ἐπεὶ καὶ ἢ μέτρον ὁ αἰών, τὸ δὲ ὂν, κοινὸν καὶ τῷ μετροῦντι καὶ τῷ μετρουμένῳ, δῆλον τὸ συμβαῖνον. Καὶ γὰρ ἡ γένεσις καὶ τῷ χρόνῳ καὶ τῷ ἐγχρόνῳ ὑπάρχει. Οὕτω μὲν ἂν τις ἀποδείξειεν τὰ τρία ἐν τῇ μέσῃ τάξει ἀναφαινόμενα τῶν νοητῶν.