Ancient Greek
1328 to 1329
Damascius, In Parmenidem 1328-1329
Unproofread scanNot analysed yet
τῆς Λαχέσεως ἐπισκεπλέου εἰ ἀπόλυτον αὐτὴν ὑποτίθεται ὁ ἐν Πολιτείᾳ Σω- κράτης, καὶ εἰ ἀπολύτους τίθεται τοὺς δώδεκα ἡγεμόνας ὁ ἐν τῷ Φαίδρῳ. Ἕνατον, διὰ τί ἐπὶ τούτων καὶ ἀποφάσει κέχρηται, καίτοι πάσης καταφατικῆς οὔσης τῆς ὑποθέσεως. Δέκατον, διὰ τί ἐπὶ τῶν ἀπολύτων ἠρκέσθη μόνοις τοῖς τέτρασι συμπεράσμασιν, καίτοι πολλῆς καὶ τούτων τῆς ποικιλίας. Ἑνδέκατον, διὰ τί ἀπὸ τοῦ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ δείκνυσιν τὸ ἀπλεσθαι, καὶ ἀπὸ τοῦ ἑνὸς τὸ μὴ ἀπλεσθαι, καὶ ποίου ἑνός. Δυοδέκατον, πῶς ἂν τις ἴδοι καὶ ἐν τοῖς ἀπολύτοις τὴν δημιουργικὴν ταυτότητα καὶ ἐτερότητα. Τρίτον ἐπὶ τούτοις καὶ δέκατον, διὰ τί πρὸς τὰ ἄλλα συγκρίνει αὐτὸ πρὸ- τερον, εἶτα πρὸς ἑαυτό. Τέταρτον καὶ δέκατον, διὰ τί μέμνηται χώρας τε καὶ