Ancient Greek
1339
Damascius, In Parmenidem 1339
Unproofread scanNot analysed yet
ἀπὸ τῶν ὑπερκοσμίων ἄχρι τῶν ἐγκοσμίων διὰ μέσων τῶν ὑπερκοσμίων ἄμα καὶ ἐγκοσμίων. Τὰς δὲ τούτων καταπυκνώσεις καὶ μεσότητας ἡμῖν καταλέ- λοιπεν ἐπιλεπτουργεῖν. Ἀλλὰ δὴ πρὸς τὸ τέταρτον λέγομεν ὡς τὸ μὲν ὅμοιον καὶ ἀνόμοιον, εἰ καὶ μεθέξεις ἦσάν τινες, ἀλλὰ συμπληροῦσιν αὐτὴν τὴν οὐσίαν· τὸ δὲ ἀπ- τεσθαι οὐκ ἐν τῷ βάθει τῆς οὐσίας ὁρᾶται, ἀλλὰ περὶ τὴν ἐπιφάνειαν