Ancient Greek
1344
Damascius, In Parmenidem 1344
Unproofread scanNot analysed yet
ὁ μέγας Ἰάμβλιχος οὕτως ἔχειν συγχωρεῖ, οὔτε ὁ ἀληθὴς λόγος. Τὰ γὰρ ζῴδια τοῦ κόσμου μοῖραί τινές εἰσιν· ἐγκόσμιοι ἄρα οἱ ζωδιοκράτορες, ὥστε καὶ οἱ δεκαδάρχαι καὶ οἱ ἄλλοι πάντες, οἳ τε κατεκληρούχῃσαν τὸ πᾶν. Εἰσὶ μὴν τούτοις ὁμώνυμοι καὶ ἀπόλυτοι θεοί, ἀπολύτως τῶν αὐτῶν προεστώτες, ὥσπερ καὶ τῶν κοσμοκρατόρων ἕκαστος διπλός, ὁ μὲν ἐγκόσμιος, ὁ δὲ ὑπερκόσμιος. Ταῦτα