Ancient Greek
135
Damascius, In Parmenidem 135
Unproofread scanNot analysed yet
μὲν αἰώνιον, αἰῶνος μετέχει· ἢ δὲ ζῷον, ζωῆς. Εἰ δὴ ἕτερον τῷ ζῴῳ εἶναι καὶ αἰωνίῳ, ἕτερον ὁ αἰὼν τῆς ζωῆς· καὶ εἰ ὅλον ἐκ πάντων, ἔνια δὲ τῶν πάντων, τὸ τε αἰώνιον καὶ τὸ τῆς ζωῆς ἴδιωμα, ὥσπερ καὶ τὸ τῆς γνώσεως, ἄλλο ἂν εἴη καὶ τὸ ὅλον παρὰ τὸ αἰώνιον καὶ τὴν ζωήν μέρη γὰρ ταῦτα τοῦ ὅλου.