Ancient Greek
1353
Damascius, In Parmenidem 1353
Unproofread scanNot analysed yet
ἄλλοις ἡ ἀπόδειξις πρόεισιν· οὐ γὰρ «ἐν ἄλλῳ», ἀλλ’ «ἐν ἄλλοις» εἰρῆσθαι· τὰ γὰρ «ἄλλα» οὔπω ἐκείνου. Ἐκεῖνο μέντοι καὶ νῦν ἐπιμαρτύρομαι ὅτι τὸ χρόνιον ἐν ἄλλῳ κατὰ συναίρεσιν ἦν τὸ ἐν ἄλλοις. Ἡ μὲν γὰρ ἰδιότης τῶν ἄλλων ἤδη καὶ ἐκεῖ. Συνῄρητό γε μὴν εἰς ἐν τὸ ἄλλο, καὶ οὔπω ἦν τὰ ἄλλα, εἰ μὴ ἤρα τὸ προκείμενον ἐν