Ancient Greek
1356
Damascius, In Parmenidem 1356
Unproofread scanNot analysed yet
εἰδῶν συμπληθύονται αὐτοῖς, ἀπολούμενοι δὲ αὐτῶν, ἑνίζονται καὶ συναιροῦσι τὸ οἰκεῖον πλῆθος, ὃ καὶ ἐπὶ τοῦ χρονίου βίου παραδίδοται γιγνόμενον, ἐπὶ τὸ ἀμερέστερον ἀεὶ πάντων χωρούντων· ὥστε τοῦτο τὸ ἐν οὐκ ἔστι τὸ πρῶτον, οὐδὲ τὸ δημιουργικόν, ἀλλὰ τοῦτο δὴ τὸ ἀπόλυτον, καὶ τὸ συμπέρασμα κατὰ τὸ αὐθυπόστατον πρόεισιν, ὡς πολλὰ καὶ ἄλλα πρότερον. Ἀμέλει καὶ τὸ μὴ ἅπλεσθαι μάλιστα