Ancient Greek
1359
Damascius, In Parmenidem 1359
Unproofread scanNot analysed yet
ἢ πρὸς ἑαυτά, εἰ καὶ ἡ ἰδιότης ἀπολύοιτο μᾶλλον ἀπὸ τῶν ἄλλων. Τὸ δὲ τέταρτον καὶ δέκατον οὐ διότι συνδιαιροῦνται οἱ ἀπόλυτοι Θεοὶ τοῖς κοσμικοῖς τόποις, διὰ τοῦτο μέμνηται χώρας, ἐπεὶ καὶ τῶν ἀρχικῶν οἱ μὲν οὐράνιοι καλοῦνται, οἱ δὲ χθόνιοι, οἱ δὲ μέσοι, ἢ χαλδαϊκῶς εἰπεῖν, οἱ μὲν ἐμπύριοι, οἱ δὲ ἀέριοι, οἱ δὲ χθόνιοι· ἀλλ’ ἔοικεν καὶ τοῦτο