Ancient Greek
1365 to 1366
Damascius, In Parmenidem 1365-1366
Unproofread scanNot analysed yet
ταυτότης, ἡ δὲ ὁμοιότης, ἡ δὲ κατὰ ἀφὴν, ἡ δὲ κατὰ ἰσότητα· καὶ αὕτη γὰρ ἕνωσίς τις καὶ συναφὴ· πολλάς δὲ καὶ ἄλλας εὕροι ἂν ἕξεις κοινωνίας. Ἐπὶ πᾶσι δὲ οὖν τὸ ἐπτακαιδέκατον λέγωμεν ὡς ὁ μὲν δημιουργὸς τῷ ὄντι ἀρχὴ ἐστὶν τῶν μερικῶν σειρῶν ἁπασῶν κατὰ πάντας τοὺς Θεολόγους, αἱ δὲ ἀρχαὶ διωρισμέναι εἰσὶν ἀρχαὶ (σειρᾶς ἑκάστης μία προτεταγμένη, ἀλλὰ διὰ παντὸς χωρούσης τοῦ κόσμου), εἰ καὶ κατὰ μεριστὴν ἰδιότητα οἱ δὲ ἀπόλυτοι ἡγεμόνες εἰσὶ τῶν ἐγκοσμίων σειρῶν ἐν μοίραις τοῦ κόσμου τεταγμένων ἄλλαις ἄλλων, ὥστε κατὰ γε τοῦτον τὸν τρόπον ἀληθὴς ὁ λόγος. Ἔοικεν δὲ καὶ ὁ Παρμενίδης πλείονα φάναι διὰ τοῦτο περὶ τῶν ἁψέων· ἄλλως γὰρ ἡ μακρολογία αὕτη παρέλκει. Ταῦτα μὲν περὶ τούτων, τὰ