Ancient Greek
1374 to 1375
Damascius, In Parmenidem 1374-1375
Unproofread scanNot analysed yet
α°. οὐκ ποικίλῳ Λ. αὐ τοῖς] αὐτοῖς κατὰ τὴν ποικιλίαν. αὐτῶν] αὐτὸν ψιλότητος] πηλικό- τητος] ποικιλότητος παρέλαβεν; εἰ δὲ ὅτι θεῖα ὄντα συνήνωτο τῷ ἑνί, διὰ τοῦτο παρεῖται ἐκεῖνα, πάντως ὅτι καὶ τὴν ψυχὴν δι’ αὐτὸ τοῦτο παραληπλέον, καὶ ἔτι τὰ κρεῖττω γέννη· ὁπαδοὶ γὰρ κατ’ οὐσίαν τῶν θεῶν οἱ δαίμονες. Ἀλλὰ μὴν τέταρτον, εἰ διότι θεῖα ἐστὶν ἡ ψυχή, παραληπλέα νῦν ἐν τοῖς συμπεράσμασιν, διὰ τί μὴ καὶ τὸ θεῖον σῶμα ἢ τῆς αὐτῆς ἢ ἰδίας ἠξίωται μνήμης; θεῖα γὰρ καὶ αὕτη τις οὐσία. Μήποτε οὖν ἄμεινον λέγειν ὅτι περὶ τοῦ ἑνὸς διαλεγόμενος περὶ θεοῦ μὲν διαλέγεται πάντως, κατὰ τὴν δευτέραν ὑπόθεσιν, ἅμα δὲ καὶ περὶ τῆς ἐξημμένης αὐτοῦ πάσης οὐσίας, εἴτε νοερᾶς, εἴτε ψυχικῆς, εἴτε σωματικῆς.