Ancient Greek
1393 to 1394
Damascius, In Parmenidem 1393-1394
Unproofread scanNot analysed yet
ὑπ. πρὸς τὸ Εῷ. εἰ τὰ δεύτερα Β. τὸ δον. Β ση. Β πρὸς ἡ δὲ καθ' ὑπ. ΒΒΑ, πρὸς τὸ εν. τῆς διακρίσει. ταύτη γε κρείτλων τῆς ἀνισότητος. Ἔτι δὲ καὶ οἱ μαθηματικοὶ μητέρα τῶν ἀνίσων σχέσεων ἀποφαίνουσι τὴν ἰσότητα· μετὰ γὰρ αὐτὴν ἡ ἀνωμαλία συνἰσᾶται τῆς ἀνισότητος, ὥστε καὶ ἡ ὑπεροχὴ ὡς ἐν ἀνίσοις ἔχει τὸ πρεσβείον. Καὶ γὰρ ὁ πρόλογος καὶ ὁ ὑπόλογος μετὰ τὴν ἰσότητα καὶ ἀπὸ τῆς ἰσότητος. ἀλλὰ δὴ τὸ ἐκτον, μέγεθος καὶ σμικρότης, ἔτι δὲ ἡ ἰσότης ἐνταῦθα παραλαμβάνεται, οὖσαι μὲν καὶ ἐν τοῖς ὑπερτέροις, ἀλλ’ ἐν τούτοις ἐκφαινόμεναι, διότι διάστασις ἐν τῷ κόσμῳ τούτῳ ἐφάνη· ὅπου δὲ ἡ διάστασις ἐκπρεπῆς, ἐνταῦθα καὶ οἱ ὅροι τῆς διαστάσεως, ὥστε μέγεθος καὶ