Ancient Greek
1403
Damascius, In Parmenidem 1403
Unproofread scanNot analysed yet
τὴν ἰσότητα. Τάχα δὲ ἄμεινον λέγειν ὅτι δοκεῖ ἡ ἰσότης ἐν τῷ μείζονι περιειληφθαι ὡς καὶ τὸ μικρόν, ὥστε τοῦ μειζόνος ἀναιρεθέντος, ἀνῃρεῖτο καὶ ἡ ἰσότης. Βέλτιον δὲ ἀπὸ τούτων τῶν πραγμάτων (ἐπειδή ἀπὸ τῶν χειρόνων σχέσεων εἰς τὴν ἄκραν ἰσότητα ὁδῷ ἄρα προῆλθεν ὁ λόγος), καὶ ἄμα ἔδειξεν ὅτι μᾶλλον ἡ ἰσότης τῷ μείζονι συγγενὴς ἢ τῷ ἐλάττονι, καὶ