Ancient Greek
1405
Damascius, In Parmenidem 1405
Unproofread scanNot analysed yet
ἐπὶ τὴν συναμφότερον, καθ' ἣν ἦν ἡ ἰσότης, ἀπὸ τῆς διῃρημένης ἔδραμεν διὰ τῆς ἡνωμένης. Καὶ μὴν πρὸς τὸ τρίτον οὐκ ἀναιρεῖ τὴν ἰσότητα ἵνα ἀνέλη τὸ μέγα καὶ μικρόν, ἀλλὰ κατὰ τὴν αὐτῶν φύσιν ἀποφαίνει μὴ ὑπάρχοντα, ἵνα δείξῃ τὴν ἰσότητα οὔσαν. Ὡς δὲ ἀπὸ τῶν πραγμάτων ὁρᾷ τὸ ἴσον ἐν τῷ συναμφοτέρῳ τῆς οὐσίας, ἐν δὲ τούτῳ μήτε