Ancient Greek
1415
Damascius, In Parmenidem 1415
Unproofread scanNot analysed yet
ἅμα δὲ ἐν τῷ μετ' αὐτόν, ἀλλ' ἐν τούτῳ μὲν ὡς νοητὸν ἐν τῷ νῷ τῷ ἑαυτοῦ, ἐν ἐκείνῳ δὲ ὡς ὁ νοῦς ἐν τῷ ἑαυτοῦ νοητῷ· ἀπλῶς ἄρα ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ. Εἰ ἄρα μὴ ἐν ἑαυτῷ ἢ ἐν ἄλλῳ, οὐδὲν ἂν εἴη τοῦτο τὸ ἓν· ἐκεῖ γὰρ ὅ ὁ ἐστιν ἕκαστον τοῦτο μόνον ἐστίν· εἰ οὖν μὴ