Ancient Greek
1426
Damascius, In Parmenidem 1426
Unproofread scanNot analysed yet
συμπεράσματα περὶ ψυχῶν δικαίως ἀκούοιμεν. Τρίτον δὲ πρὸς τούτοις, οὐδαμοῦ φαίνεται παλινδρομῶν ὁ Παρμενίδης εἰς τὸ ἄνω, ἀλλ’ ἀεὶ χωρῶν πρὸς τὸ κοιλότερον. Πῶς οὖν κατελθὼν ἕως τῶν ἐσχάτων, αὖθις ἐξ ἄλλης ἀρχῆς ἀντιλαμβάνεται ὑπερκοσμίων πρώτων, καὶ ἐπὶ τὰ ἐξῆς προσέρχεται; Ταῦτα κείσθω καὶ νῦν εἰρημένα περὶ τούτων. Ἀλλὰ μὴν ὅτι περὶ θείας διακοσμήσεως καὶ ταῦτα συμπεραίνεται, δῆλον μὲν ἐποιήσαμεν