Ancient Greek
144 to 145
Damascius, In Parmenidem 144-145
Unproofread scanNot analysed yet
εἰσφέρει τῷ ὄντι τὴν ἀϊδιότητα, καὶ τοῖς γένεσι πᾶσι τοῦ ὄντος· τὸ γὰρ ἀίδιον, οὐχ ἢ ὄν, ἀλλ’ ἢ αἰώνιον προσείληφεν· καὶ ἐπὶ τούτῳ τρίτη καὶ ἡ ζωή, ὅτι καὶ στάσιν καὶ κίνησιν πρὸς τῷ ἀιδίῳ· ἐστὶ μὲν γὰρ καὶ ταῦτα γένη τοῦ ὄντος. Ἄλλ’ ἐν τῇ ζωῇ ὡς γένει παραλαμβάνεται τῆς ζωῆς, οὐ τὰ οὐσίαν ποιοῦντα ἀκίνητον, ἀλλ’ ἤδη ἐστώσαν καὶ κινουμένην. Ὁ δὲ αἰὼν ἀκίνητος μᾶλλον, καὶ μᾶλλον πρὸς τοῦ ὄντος, ὥσπερ μάλιστα τὸ ὅλον καὶ τὰ μέρη. Δοκεῖ γοῦν καὶ ἐν αὐτῷ γε τῷ ὄντι εἶναι ταῦτα. Ἐτι δὲ ὁλότης τις ὁ αἰὼν ἢ κατὰ τὸ μέτρον, καὶ ὁλότης τις ἡ ζωή ἢ κατὰ τὸ κινούμενον· καὶ ἐσλώς, ὁλότης δὲ τις καὶ ἡ